Δευτέρα, Νοεμβρίου 10, 2008

ΞΥΠΝΑ ΡΕΕΕΕΕ!!!!!

Δεῦρο,
Τύχη καλέω σ',
ἀγαθῶν κράντειραν, ἐπευχαῖς,
μειλιχίαν, ἐνοδῖτιν,
ἐπ' εὐόλβοις κτεάτεσσιν,
Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον,
Εὐβουλῆος αἵματος ἐκγεγαῶσαν,
ἀπρόσμαχον εὖχος ἔχουσαν,
τυμβιδίαν, πολύπλαγκτον,
ἀοίδιμον ἀνθρώποισιν.
Εν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν
οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον,
οἷς δὲ κακὴν πενίην θυμῶι χόλον ὁρμαίνουσα.
ἀλλά, θεά,
λίτομαί σε μολεῖν βίωι εὐμενέουσαν,
ὄλβοισι πλήθουσαν ἐπ' εὐόλβοις κτεάτεσσιν.


(Λέμε τώρα, μπας και θέλει να το δει και γραπτά...)

1 σχόλιο :

Mi-la-re,
mi-la-re-si