Σάββατο, Οκτωβρίου 19, 2013

Κορνούτος

Η περίπτωση του Κορνούτου θα μπορούσε να θεωρηθεί ως ένα τυπικό δείγμα των αλλαγών που οι αιώνες επιφέρουν πάνω στη νοηματοδότηση των λέξεων και των ονομάτων.

Είναι βέβαιο πως σήμερα ελάχιστοι Ιταλοί θα ένιωθαν άνετα εάν ονομάζοντο ή απεκαλούντο "Κορνούτο" (ιταλογράφως: "Cornuto").
Ωστόσο υπήρξε κάποια παλαιότερη εποχή κατά την οποία φαίνεται πως το όνομα Cornutus  (δηλαδή "Cornuto" και εξελληνισμένα: "Κορνούτος") εθεωρείτο μια χαρά όνομα.
Ως εκ τούτου υπήρξαν κάμποσοι που είχαν το όνομα Κορνούτος.

Ένας εξ αυτών, ήτο ο Λoύκιος Ανναίος Κορνούτος.

Ο συγκεκριμένος υπήρξε συγγραφέας πολλών και διαφόρων κειμένων, από τα οποία (ίσως το μοναδικό που σώζεται)  είναι το -σύντομο πλην μεγαλειώδες- κείμενο με τον τίτλο "Επιδρομή των κατά την ελληνικήν θεολογίαν παραδεδομένων".

Με αφορμή λοιπόν αφενός τη σημερινή πανσέληνο και αφετέρου τη σημερινή λιακάδα, είπα να παραθέσω εδώ ένα πολύ όμορφο απόσπασμα από το έργο αυτό του Κορνούτου.
Ταιριάζει με τη σημερινή μέρα το συγκεκριμένο απόσπασμα, εφόσον αναφέρεται στον Απόλλωνα και την Αρτέμιδα.

Θα μου πεις, βέβαια, αναγνωσταρά μου, για ποιό λόγο δε βάζω τη μετάφραση και αρκούμαι στο αρχαίο κείμενο...

Ε, το κάνω αφενός επειδή δικαιούμαι κι εγώ να ψιλο-τεμπελιάσω, και αφετέρου επειδή θεωρώ τη γλώσσα του κειμένου βατή και προσιτή και κατανοητή στον μέσο αναγνώστη -πόσο μάλλον στους αναγνώστες του παρόντος μπλογκ, που είναι αναγνώστες υψηλού επιπέδου!
:-)

Ἐχομένως τοίνυν͵ ὦ τέκνον͵ Ἀπόλλων ὁ ἥλιός ἐστιν͵ Ἄρτεμις δὲ ἡ σελήνη· διὰ τοῦτο γὰρ καὶ τοξότας αὐτοὺς ἀμφοτέρους παρήγαγον͵ τὴν ὡσανεὶ ἄφεσιν πόρρω τῶν ἀκτίνων αἰνιττόμενοι. καλοῦνται δὲ ὁ μὲν [ἥλιος] ἕκατος [διὰ τοῦτο]͵ ἡ δὲ ἑκάτη τῷ ἕκαθεν δεῦρο ἀφιέναι καὶ ἀποστέλλειν τὸ φῶς͵ ὥστε παρακειμένως καὶ ἑκατηβόλους αὐτοὺς προσηγορεύκασιν.

ἔνιοι δὲ τὸν Ἕκατον καὶ τὴν Ἑκάτην ἄλλως ἐτυμολογοῦσιν͵ ὡς τῶν τεθειμένων αὐτοῖς τὰ ὀνόματα ταῦτα ἑκὰς αὐτοὺς εἶναι εὐχομένων καὶ τὴν ἐξ αὐτῶν βλάβην μὴ προσπελάζειν αὐτοῖς· δοκοῦσι γὰρ καὶ φθείρειν ἔσθ΄ ὅτε τὸν ἀέρα καὶ τῶν λοιμικῶν καταστάσεων αἴτιοι γίνεσθαι· διὸ καὶ τοὺς ὀξεῖς θανάτους αὐτοῖς ἀνετίθεσαν οἱ πάλαι͵ καὶ ὁ ποιητὴς ὡς ἐμφανές τι ἐν τῷ λοιμῷ παρεισάγει τὸν Ἀχιλλέα λέγοντα ὅτι ζητητέος μάντις͵ ὅς κ΄ εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.

τούτου δ΄ ἕνεκεν οἴονται κατ΄ εὐφημισμὸν τὴν μὲν Ἄρτεμιν ἀπὸ τοῦ ἀρτεμεῖς ποιεῖν͵ ὅ ἐστιν ὑγιεῖς͵ ὠνομάσθαι͵ τὸν δ΄ Ἀπόλλωνα ὡς ἀπολύονθ΄ ἡμᾶς τῶν νόσων ἢ ἀπελαύνοντα ἀφ΄ ἡμῶν αὐτὰς [ἢ ἀπολλύντα] ταύτης τετευχέναι τῆς προσηγορίας͵ καθ΄ ἣν ἔννοιαν καὶ παιήων ἐκλήθη καὶ ἰατρὸς ἔδοξεν εἶναι.

τινὲς δὲ αὐτόθεν Ἀπόλλωνα αὐτὸν ἀπὸ τοῦ ἀπολλύναι φασὶν εἰρῆσθαι· καὶ γὰρ τὸν ἀπολλύντα ταύτην τὴν διακόσμησιν τοῦτον εἶναι διὰ τοῦ διατμίζειν ἀδιαλείπτως πάντοθεν αὐτῆς τὸ ὑγρὸν καὶ τῷ αἰθέρι προσκατατάττειν· τάχα δ΄ ἂν καὶ ἀπὸ τοῦ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας ἢ καὶ τὸ σκότος ὡσὰν ἁπλῶν εἰρημένος εἴη.

οἰκείως δὲ καὶ ἀδελφοὺς αὐτοὺς παρεισήγαγον ἐμφερεῖς ἀλλήλοις ὄντας καὶ ὁμοειδῆ κίνησιν κινουμένους καὶ δύναμιν παραπλησίαν ἐν τοῖς ὅλοις ἔχοντας καὶ τρέφοντας ὁμοίως τὰ ἐπὶ γῆς.
εἶθ΄ ὁ μὲν Ἀπόλλων ἄρρην ἀνεπλάσθη͵ θερμότερον ὢν πῦρ καὶ δραστικώτερον͵ ἡ δ΄ Ἄρτεμις θήλεια͵ ἀμβλυτέραν καὶ ἀσθενῆ τὴν δύναμιν ἔχουσα.

βούπαιδος δ΄ ἡλικίαν ὁ Ἀπόλλων ἔχει͵ καθ΄ ἣν καὶ οἱ ἄνθρωποι εὐειδέστατοι ἑαυτῶν φαίνονται· κάλλιστος γὰρ ὀφθῆναι καὶ νεαρώτατός ἐστιν ὁ ἥλιος.

μετὰ δὲ ταῦτα Φοῖβος μὲν λέγεται διὰ τὸ καθαρὸς εἶναι καὶ λαμπρός· 
[ἐπιθέτοις ἄλλοις εἰς αὐτὸν χρῶνται͵ χρυσοκόμαν καὶ ἀκειρεκόμαν προσαγορεύοντες͵ ἐπειδὴ χρυσωπός ἐστι καὶ ἔξω πένθους καθεστὼς διὰ τὴν ἁγνότητα]·

Δήλιον δὲ αὐτὸν ὠνόμασαν καὶ Φαναῖον ἀπὸ τοῦ δηλοῦσθαι δι΄ αὐτοῦ τὰ ὄντα καὶ φωτίζεσθαι τὸν κόσμον͵ ὡς καὶ Ἀναφαίου Ἀπόλλωνος ἱερὸν ἱδρύσαντο͵ τοῦ ἀναφαίνοντος πάντα· τούτῳ δ΄ ἠκολούθησε καὶ τὸ τὴν Δῆλον καὶ Ἀνάφην ἱερὰς αὐτοῦ νομισθῆναι. 

διὰ δὲ τὸν εἰρημένον σαφηνισμὸν τῶν πραγμάτων καὶ τὴν μαντικὴν αὐτῷ προσῆψαν καὶ εὑρεθέντος τοῦ ἐν Δελφοῖς μαντείου τὸν Ἀπόλλωνα προσωνόμασαν Πύθιον ἀπὸ τοῦ δεῦρο ἐρχομένους τοὺς ἀνθρώπους πυνθάνεσθαι τὰ καθ΄ ἑαυτούς· ἐλέχθη δὲ καὶ ὁ τόπος ὀμφαλὸς τῆς γῆς οὐχ ὡς μεσαίτατος ὢν αὐτῆς͵ ἀλλ΄ ἀπὸ τῆς ἀναδιδομένης ἐν αὐτῷ ὀμφῆς͵ ἥτις ἐστὶ θεία φωνή. 

λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρησμῶν͵ οὓς δίδωσι͵ λοξίας ὠνόμασται[· ἢ ἀπὸ τῆς λοξότητος τῆς πορείας͵ ἣν ποιεῖται διὰ τοῦ ζῳδιακοῦ κύκλου]. 

μουσικὸς δὲ καὶ κιθαριστὴς παρεισῆκται τῷ κρούειν ἐναρμονίως πᾶν μέρος τοῦ κόσμου καὶ συνῳδὸν αὐτὸ πᾶσι τοῖς ἄλλοις μέρεσι ποιεῖν͵ μηδεμιᾶς [αὐτῶν] ἐκμελείας ἐν τοῖς οὖσι θεωρουμένης͵ ἀλλὰ καὶ τὴν τῶν χρόνων πρὸς ἀλλήλους συμμετρίαν ἐπ΄ ἄκρον ὡς ἐν ῥυθμοῖς τηροῦντος αὐτοῦ καὶ τὰς τῶν ζῴων φωνὰς καὶ ὡσαύτως τοὺς τῶν ἄλλων σωμάτων ψόφους͵ οἳ διὰ τὸ ξηραίνεσθαι χρησίμως ὑπὸ τὸν ἀέρα ἀποδίδονται͵ δαιμονίως ἡρμόσθαι πρὸς τὰς ἀκοὰς ποιοῦντος. ἀπὸ ταύτης δὲ τῆς ἀρχῆς καὶ Μουσηγέτης ἐκλήθη καὶ ἐπίσκοπος καὶ αὐτὸς παίζειν μετὰ τῶν Μουσῶν ἐνομίσθη· 

ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ βασιλῆες φησὶν ὁ Ἡσίοδος. διὰ τοῦτο γὰρ καὶ ἱερὸς αὐτοῦ ὁ κύκνος τῷ μουσικώτατον καὶ λευκότατον ἅμα εἶναι τῶν ὀρνέων͵ ὁ δὲ κόραξ ἀλλότριος διά τε τὸ μιαρὸς εἶναι καὶ διὰ τὴν χροιάν.

ἡ δὲ δάφνη καίπερ δαφοινή τις οὖσα στέμμα αὐτοῦ ἐστιν͵ ἐπειδὴ εὐερνές τε καὶ ἀειθαλὲς φυτόν ἐστι· τυγχάνει δὲ καὶ εὐέκκαυστος οὖσα καὶ πρὸς τὰς καθάρσεις οἰκεῖόν τι ἔχουσα͵ ὥστε μὴ ἀλλοτρίως ἀνακεῖσθαι τῷ καθαρωτάτῳ καὶ καυστικωτάτῳ θεῷ. τάχα δὲ καὶ τὸ ὄνομα αὐτῆς͵ προστρέχον πως τῷ διαφαίνειν͵ ἐπιτηδείαν αὐτὴν ἐποίησε πρὸς τὰς μαντείας εἶναι δοκεῖν. ὁ δὲ τρίπους διὰ τελειότητα τοῦ τῶν τριῶν ἀριθμοῦ δέδοται αὐτῷ· δύναται δὲ καὶ ἀπὸ τῶν τριῶν παραλλήλων κύκλων͵ ὧν ἕνα μὲν τέμνει κινούμενος τὴν ἐνιαύσιον κίνησιν ὁ ἥλιος͵ δυοῖν δ΄ ἐφάπτεται. 

ἐπεὶ δ΄ ἐν τοῖς λοιμοῖς ὡς ἐπίπαν δοκεῖ τὰ θρέμματα πημαίνεσθαι πρῶτον καὶ συνεχέστερον ἢ καθ΄ αὑτὰ φθείρεσθαι [λοιμικῶς]͵ κατὰ τοῦτο καὶ τὴν τῶν ποιμνίων ἐπιμέλειαν ἀνέθηκαν αὐτῷ͵ νόμιον καὶ λύκιον καὶ λυκοκτόνον προσαγορεύοντες. 

ἀγυιεὺς δ΄ ἐκλήθη δεόντως ἱδρυθεὶς ἐν ταῖς ἀγυιαῖς· καταυγάζει γὰρ ταύτας καὶ πληροῖ φωτὸς ἀνατέλλων͵ ὡς ἐκ τῶν ἐναντίων εἴρηται τὸ δύσετο τ΄ ἠέλιος σκιόων τό τε πᾶσαι ἀγυιαί.
καὶ λεσχηνόριον δ΄ αὐτὸν προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχεσθαι τοὺς ἀνθρώπους͵ τὰς δὲ νύκτας καθ΄ ἑαυτοὺς  ἀναπαύεσθαι. 

παιᾶνα δ΄ αὐτὸν ἐκάλεσαν εἴτουν κατ΄ ἀντίφρασιν καὶ ἐξιλαστικῶς͵ ἵνα μὴ νόσους αὐτοῖς ἐπιπέμπῃ μηδὲ φθείρῃ τὸν ἀναπνεόμενον ὑπ΄ αὐτῶν ἀέρα͵ εἴτε καὶ ὡς τῷ ὄντι τοῦ αὐτοῦ ὑγιείας τῷ σώματι αἰτίου γινομένου διὰ τῆς τοῦ περιέχοντος εὐκρασίας. 

Ἡ δ΄ Ἄρτεμις φωσφόρος μὲν ἐπωνομάσθη διὰ τὸ καὶ αὐτὴ σέλας βάλλειν καὶ φωτίζειν ποσῶς τὸ περιέχον͵ ὁπόταν μάλιστα πανσέληνος ᾖ͵ δίκτυννα δ΄ ἀπὸ τοῦ βάλλειν τὰς ἀκτῖνας δίκειν γὰρ τὸ βάλλειν ἢ ἀπὸ τοῦ διικνεῖσθαι τὴν δύναμιν αὐτῆς εἰς πάντα τὰ ἐπὶ γῆς  ὡς διικτύννης αὐτῆς οὔσης. 

κυνηγέτιν δ΄ αὐτὴν καὶ θηροκτόνον καὶ ἐλαφηβόλον καὶ ὀρεσίφοιτον παρεισήγαγον ἤτοι τρέπειν εἰς τὰ ἄγρια βουλόμενοι τὴν ἐξ αὐτῆς βλάβην ἢ ἐπειδὴ μάλιστα νυκτὸς καταφαίνεται͵ πολλὴ δ΄ ἐν τῇ νυκτὶ ἡσυχία πανταχοῦ καθάπερ ἐν ταῖς ὕλαις καὶ ταῖς ἐρήμοις ἐστίν͵ ὥστε ἐν τοιούτοις τισὶ χωρίοις αὐτὴν πλάζεσθαι δοκεῖν͵ ἔξωθεν ἤδη τούτῳ προσπεπλασμένου τοῦ κυνηγετεῖν αὐτὴν τοξότιν οὖσαν. συνῳδὸν δὲ τούτῳ καὶ τὸ τοὺς κύνας ἱεροὺς αὐτῆς νομισθῆναι πρός τε τὰς θήρας ἔχοντας ἐπιτηδείως καὶ ἀγρυπνεῖν ἐν ταῖς νυξὶ καὶ ὑλακτεῖν πεφυκότας.

κυνηγίᾳ δ΄ ἔοικε καὶ τὸ μὴ διαλείπειν αὐτὴν ὁτὲ μὲν διώκουσαν τὸν ἥλιον ὁτὲ δὲ φεύγουσαν͵ εἶτα ἐν τῷ ζῳδιακῷ μετερχομένην ζῴδια καὶ ταχέως συνιοῦσαν· οἰκεῖον γὰρ κυνηγίᾳ καὶ τὸ τάχος[· προσγειότατόν τε τῶν οὐρανίων οὖσαν αὐτὴν περὶ τὰς κορυφὰς τῶν ὀρῶν ἔφασαν ἀναστρέφεσθαι].

οὐχ ἑτέρα δ΄ οὖσα αὐτῆς ἡ Ἑκάτη τρίμορφος εἰσῆκται διὰ τὸ τρία σχήματα γενικώτατα ἀποτελεῖν τὴν σελήνην͵ μηνοειδῆ γινομένην καὶ πανσέληνον καὶ τρίτον τι ἄλλο σχῆμα [πλάττουσιν] ἀναλαμβάνουσαν͵ καθ΄ ὃ πεπλήρωται μὲν αὐτῆς ὁ μηνίσκος͵ οὐ πεπλήρωται δ΄ ὁ κύκλος.

ἐντεῦθεν ἤδη καὶ τριοδῖτις ἐπεκλήθη καὶ τῶν τριόδων ἐπόπτης ἐνομίσθη διὰ τὸ τριχῶς μεταβάλλειν ὁδεύουσα διὰ τῶν ζῴων. 

τοῦ δ΄ ἡλίου διὰ τῆς ἡμέρας μόνον φαινομένου͵ αὐτὴν καὶ νυκτὸς καὶ σκότους ὁρωμένην καὶ μεταβάλλουσαν νυχίαν τε καὶ νυκτιπόλον καὶ χθονίαν ἐκάλεσαν καὶ τοῖς καταχθονίοις θεοῖς ἤρξαντο συντιμᾶν͵ δεῖπνα ἐμφέροντες αὐτῇ. 

προσανεπλάσθη δὲ τούτῳ καὶ τὸ μιαίνειν τὴν γῆν ταύτην [καὶ μιαίνειν] ὥσπερ τοὺς κατοιχομένους καὶ τὸ ταῖς φαρμακίσι συνεργεῖν καὶ ἐπάγεσθαι ταῖς οἰκίαις͵ εἶτα τελευταῖον τὸ πένθεσι καὶ φόνῳ χαίρειν͵ ἐξ οὗ τινες προήχθησαν ἐπὶ τὸ καὶ θυσίαις αὐτὴν ἀτόποις καὶ σφαγιασμοῖς ἀνθρώπων ἱλάσκεσθαι θέλειν. καθιέρωσαν δὲ καὶ τὴν τρίγλαν αὐτῇ διὰ τοὔνομα.

ἐνοδία δέ ἐστιν οὐ δι΄ ἄλλο τι ἢ διὸ καὶ Ἀπόλλων ἀγυιεύς. 

δοκεῖ δὲ τοῖς πλείστοις ἡ αὐτὴ εἶναι καὶ Εἰλείθυια͵ ἀπαύστως εἰλουμένη καὶ θέουσα περὶ τὴν γῆν͵ ἣν εὔχονται ἐλθεῖν αὑταῖς ἠπίαν καὶ λυσίζωνον αἱ ὠδίνουσαι͵ λύουσαν τὸ ἐσφιγμένον τῶν κόλπων πρὸς τὸ ῥᾷον καὶ ἀπονώτερον ἐκπεσεῖν τὸ κυισκόμενον͵ λεγομένης αὐτῆς καὶ Ἐλευθοῦς. πλείους δ΄ Εἰλείθυιαι παραδέδονται καθ΄ ὃν λόγον πλείους Ἔρωτες· πολύτροποι γὰρ καὶ οἱ τοκετοὶ τῶν γυναικῶν ὡς αἱ τῶν ἐρώντων ἐπιθυμίαι. φανερῶς δ΄ ἡ σελήνη τελεσφορεῖσθαι τὰ συλλαμβανόμενα ποιεῖ καὶ ταύτης ἐστὶ τό τε αὔξειν αὐτὰ καὶ τὸ ἀπολύειν τῶν φερουσῶν πεπανθέντα. 

οὐ θαυμαστὸν δ΄ εἰ κατ΄ ἄλλην μὲν ἔμφασιν παρθένον ὑπενόησαν τὴν Ἄρτεμιν ἄχραντον καὶ ἁγνὴν οὖσαν ὁμοίως τῷ ἡλίῳ͵ κατ΄ ἄλλην δὲ ἐπίκουρον τῶν τικτουσῶν͵ ἐπ΄ αὐτῇ κειμένου τοῦ εὐτοκεῖσθαι τὰ τικτόμενα͵ κατὰ τρίτην δὲ φρικῶδές τι καὶ χαλεπὸν ἔχουσαν͵ οἵαν ἔφαμεν περὶ τῆς Ἑκάτης ὑπόνοιαν εἶναι.

Κατά τα άλλα, καλέ μου αναγνώστη, αν τυχόν ενδιαφέρεσαι για το πλήρες κείμενο, ένα κλικ εδώ θα ήταν αρκετό.








Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου

Mi-la-re,
mi-la-re-si