Σάββατο, Μαρτίου 07, 2009

ΕΓΚΩΜΙΟΝ ΘΕΡΣΙΤΟΥ

Σαββάτο σήμερα, μπα σε καλό μου, και προερχόμενος από μια ολοζώντανη και σφόδρα ενδιαφέρουσα νύχτα στα Εξάρχεια, είπα άμα τω ξυπνήματι, πριν να πάω στη λαϊκή, να διαβάσω λίγο Λιβάνιο για να προγυμνασθώ. (Βίτσια που έχει ο κόσμος, μεσημεριάτικα...)
Και μιας και έπεσα πάνω σ' ένα ενδιαφέρον προγύμνασμα, γιατί να μην το δημοσιέψω κι εδώ, να υπάρχει?

Πρόκειται για το εγκώμιο μιας ζόρικης περσόνας του αρχαίου κόσμου: Του Θερσίτη.
Μεγάλη και παρεξηγημένη μορφή ο Θερσίτης, μέχρι σήμερα νόμιζα ότι μονάχα εγώ του είχα γράψει εγκώμιο. Και, άξαφνα, μαθαίνω ότι εκτός από εμένα, εγκώμιο για τον Θερσίτη έχει γράψει και ο Λιβάνιος.

Ας δούμε λοιπόν τι περί Θερσίτου έχει να μας πει ο Λιβάνιος (βαριέμαι να το μεταγλωττίσω τώρα -θα το βάλω αμεταγλώττιστο, κι όποιος καταλάβει, κατάλαβε). Εν είδει προγυμνάσματος για ένα επερχόμενο μπαράζ Θερσιτο-δημοσιεύσεων που λίαν συντόμως θα λάβουν χώρα εις το ενθάδε κείμενον ευλόγιον...

Ἐγκώμιον Θερσίτου

Παραιτησάμενος Ὀμηρον ἔχειν μοι συγγνώμην ὅν ἐκεῖνος εἰπεῖν ἐβουλήσθη κακῶς, τοῦτον αὐτος ἐγκωμιάζειν ἐπιχειρῶ, Θερσίτην λέγω. Πειράσομαι δὲ περὶ αὐτοῦ διαλεχθῆναι μικρὰ καὶ τὸν Ὅμηρον αὐτον ἔς τινα παρεχόμενος μάρτυρα.

Πρῶτον μὲν τοὶνυν οὐκ ἐκ φαύλων οὐδὲ ἀνωνύμων ἦν γονέων, εἰ μὴ φαῦλον τις ἡγεῖται τὸν Ἄγριου καὶ τὸν τούτου πατέρα καὶ τὸν ἐκείνου, ἀλλ’ οὐδείς ἄν εὖ φρονῶν. Ὥστ’ εἴπερ ἐβούλετο θερσίτης ἐν τοῖς Ἕλλησι σεμνύνειν ἑαυτὸν ἀπὸ τῶν προγόνων, ὥσπερ ὁ τούτου συγγενὴς Διομήδης, οὐκ ἄν ἤπόρησεν, ἀλλ’ εἶξεν ἄν καὶ αὐτὸς εἶπεῖν.
Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο. Νῦν δὲ οὐδ’ ὅτε ἠδικεῖτο ὑπ’ Ὀδυσσέως, ἐμνήσθη τῶν πατέρων, ὡς ἄν τις ἀξιῶν αὐτος ἀπὸ τῶν αὑτοῦ παρὰ τοῖς ἄλλοις εὐδοκιμεῖν.

Τραφεὶς τοὶνυν, ὡς εἰκὸς τὸν ἐκ τοιούτων, καὶ δυνάμενος ἔργων κοινωνεῖν τοῖς ἤρωσι πρεπόντων ἥκε μὲν ἐπὶ τὸν σῦν, ὅτε δὴ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἀρίστους ὁ Μελέαγρος ἐπὶ τὸν τῆς χώρας ἐκεῖνον λυμεῶνα συνῆγεν, ἀπελθὼν δὲ ἐκεῖθεν ἠσθένησέ τε καὶ ἡ νόσος αὐτῳ τὸ σῶμα κατέβλαψεν.

Οὐ μὴν τὴν γε ψυχὴν ἐποίησε χείρονα οὐδὲ ἐξέβαλεν αὐτῆς οὔτε τὴν ἀνδρείαν οὔτε τὸ δόξης ἐπιθυμεῖν. Σημεῖον δὲ, τῶν γὰρ Ἀτρειδῶν ἀγειρόντων τὸν ἐπὶ τοὺς βαρβάρους στόλον ἔχων πρόφασιν εὐπρόσωπον, εἴπερ ἐβούλετο ῥᾳθυμεῖν, τὴν περὶ τὸ σῶμα τύχην οὐκ ἤνεγκεν οἴκοι μένων περὶ τῶν ἔργων ἀκούειν, ἀλλ’ ἀφειμένος τῆς ἀπὸ τῶν ὅρξων ἀνάγκης, ἥ τοὺς ἄλλους εἰς τὰς ναῦς ἐνεβίβαζεν, ὥσπερ ἅπαντας ὅρκους ὀμεμυκὼς ἐπλει καὶ παρωξύνετο κατὰ τῶν ἠδικότων ὁ χωλὸς καὶ φολκὸς νομίζων δεῖσθαι τὸν πόλεμον ψυχῆς τολμᾶν ἐπισταμένης, ὥστε μοι δοκεῖ καὶ τοὺς ἀλλους εἰς τὴν ἀναγωγὴν ποιῆσαι προθυμοτέρους ὁ τοιοῦτον σῶμα τῷ Τρωικῷ πολέμῳ συνεισφέρων.

Τίς γὰρ οὐκ ἄν ᾐσχύνθη τῶν ἄλλων ἀστρατείαν εἶναι ζητῶν Θερσίτου δοράτων καὶ τραυμάτων ἐρῶντος ; ἀκούων δέ, ὡς εἰκός, Ὁδδυσέα τε καὶ τὸν Πηλέως τὸν καλὸν αἰσχρῶς ἑαυτοὺς ἐκκλέπτειν τῶν ἀγώνων πειρωμένους καὶ τὸν μὲν σχῆμα κόρης, τὸν δὲ δόξαν μανίας ὑπεισιόντα κατεγέλα τε καὶ λόγους ἔλεγε πρέποντας τῇ τοιαύτῃ κακίᾳ οὐ φθονῶν τῷ μὲν τῆς συννέσεως, τῷ δὲ τῆς ἀνδρείας, ἐπεὶ οὕτω γ’ἄν ἐφθόνει μὲν Αϊαντι τῷ Τελμῶνος, ἐφθόνει δὲ τῷ γλυκυτέρῳ τοῦ μέλιτος Νέστορι.

Ἀλλ’ οἶμαι, τὰ κακὰ τῶν ἔργων μὴ κακίζειν οὐκ εἶχεν. Οὐκοῦν οὔτ’ ἀντεῖχεν Ἀχιλλεῖ ποιοῦντι τὸν ἐν τῇ νόσῳ σύλλογον οὔτ’ ἐφήσθη τὴν τιμὴν ἀφαιρεθέντι, ἀλλ’ αὐτῷ τοὐναντίον συνάχθεται. Οὐ τοίνυν οὐδὲ Ὀδυσσέως τὴν θεωρίαν ἀπάγοντος διαβάλλει τὸν ἐλόμενον. Ἀλλ’ ὑπὸ τῶν οὐκ ὁρθῶς πραττομένων ἐκινεῖτο πρὸς λόγους καὶ τὰς κατὰ τῶν ἁμαρτανόντων αἰτίας οὐ δεδιὼς τὰς τύχας ἐνίων οὐδὲ τοὺς μὲν δυναστείαν ἔχοντας κολακεύων, τοῖς δὲ τοῦ δήμου χάλεπος ὤν καὶ προπηλαχίζων καὶ ἐλαύνων ἕκαστον τῶν ἀσθενεστέρων.

Ηδει γὰρ ὅτι τούτοις μὲν εἰς τὸ σωφρονεῖν ἀρκεῖ τὸ μὴ τρυφᾶν, τοῖς δὲ ἐν ἀρχαῖς καὶ πλήρεσι τραπέζαις καὶ πλούτοις δεῖ τινος ἔχοντος φρόνημα καὶ παρρησίαν συμφέρουσαν, ὅς ἔμελλεν σἴσεσθαι τὰ ἁμαρτανόμενα καὶ ἐπιπλήξειν καὶ καταβοήσεσθαι καὶ τὰ μὲν διακωλύσειν, τὰ δὲ ἐπανορθώσειν καὶ δείσειν τῶν ἁπάντων μηδέν, μὴ σκῆπτρον, μὴ δεινότητα ἀνδρός, μὴ φίλων πλῆθος, μὴ τοὺς ἐκείνων προβεβλημένους.

Οἷον ὕστερον συνέβῃ γενέσθαι παρ’ Ἀθηναίοις τὸν Δημοσθένην, ᾁ τὸ κοινῇ συμφέρον πρὸ τῶν αὑτῷ λυσιτελούντων ἐκέκριτο καὶ λέγων οἷς ᾔδει τὸν δῆμον ἀνιάσων μᾶλλον ᾑρεῖτο λυπεῖν ἤ χαρίζεσθαι κακῶς.

Ἐπὶ ταύτης αὑτον καὶ Θερσίτης ἔταξε τῆς τάξεως. Καὶ πολλαὶ μέν, ὡς εἰκός, ἐκκλησίαι πολλὰς καὶ καλὰς ἐδέξαντο δημηγορίας τοῦ ῥήτορος οὐ βραχέα περὶ μεγάλων λέγοντος, ἀλλ’ ἐκτείνοντος πρὸς τὴν χρείαν τοὺς λόγους, πάνυ δ’ ἄξιον ἄγασθαι τοῦτον τὸν καὶ παρ’ Ὁμήρου μνήμης ἠξιωμένον.

Ὁρῶν γὰρ ἐκεῖνος τὸν ἄρχειν ἀξιοῦντα τῶν ἄλλων αἰχμαλώτοις δουλεύοντα γυναιξὶ καὶ ποτὲ μὲν αίτιον λοιμοῦ τῷ στρατοπεδῳ γινόμενον, ποτὲ δὲ ἀποκόπτοντα τῆς δυνάμεως τὸν Ἀχιλλέα νῦν μὲν διὰ τὴν Χρύσου, νῦν δὲ διὰ τὴν Βρισέως καὶ σκοποῦντα μόνον ὅπως ὥρας ἀπολαύοι σωμάτων, εἰ δ’ἐντεῦθεν ἔτι χεῖρον ἕξει τὰ πράγματα τοῖς Ἀχαιοῖς οὐ προτιμῶντα καὶ ἐν μὲν τῷ φανερῷ μεμνημένον φυγῆς, λάθρα δὲ κατασκευάζοντα τὴν μονὴν καὶ τὰ μὲν αὐτὸν λέγοντα, τὰ δὲ διὰ τῶν κολάκων πράττοντα καὶ ποιοῦντα ἔρεγον μὴ ὅτι βασιλέως, ἀλλ’ οὐδὲ ἰδιώτου χρηστοῦ παρελθὼν μάλα ἀξίοις τοῦ γένους ἐχρήσατο λόγοις τὴν φιλοχρηματίαν εὐθὺς προφέρων, ὅ καὶ παρ’ Ἀχιλλέως εἰς αὐτον εἶρητο πρότερον. Καίτοι πῶς οὐ δεινόν, ὅταν μὲν Ἀχιλλεὺς λέγῃ, μὴ εἶναι τὸν λόγον ἀνόητον, ὅταν δὲ ἕτερος ;

Οὐκοῦν τὴν μὲν τοῦ Θερσίτου δικαιοσύνην <δεικνύει> τὸ τἀληθῆ κατηγορηκέναι, τὴν δ’ ὑπὲρ τῶν κοινῶν φροντίδα τὸ τῆς συμμαχίας ἀποστάντος Ἀχιλλέως ἀγνακτεῖν, τὸ δὲ ἀνδρεῖον τὸ θαρρούντως ἐπιτιμᾶν τῷ τὴν ἀρχὴν ἔχοντι καὶ τὸ φάσκειν εἶναι τὸν ὑβρισμένον ἐκείνου κρείττονα.

Ὡς δὲ καὶ πολέσι προσέβαλλε καὶ αἰχμαλώτους ῇρει δῆλον οἶς περὶ αὑτοῦ λέγει ποιεῖ. Οὐ γὰρ ἄν ἐν τοῖς τἀναντία συνειδόσιν οὕτως ἀναιδῶς ἠλαζονεύετο, ἀλλ’ ἔχων μαρτυροῦντα τὰ πράγματα σεμνοῖς εἰκότως ἐπὶ τῆς ἐκκλησίας ἐχρῆτο τοῖς λόγοις, πλὴν εἰ μὴ μεμηνέναι φαίη τις αὐτόν. Ἀλλ’οὐχ Ὄμηρός γε τοῦτο ἔφησεν, ἀλλὰ φοξὸν μὲν καὶ ψεδνὴν λάχνην καὶ μακρολογεῖν καὶ τὰ τοιαῦτα εἶπε, τοῦτε δ’οὐ προσέθηκεν. Οὐκοῦν ἅ γε τοῦ μεμηνότος ἐστὶν ὁ σωφρονῶν οὐκ ἄν ποτε κάθοι.
Εἶς οὖν ἧν τῶν τοῖς πολεμίοις φοβερῶν ὁ Θερσίτης, εἴ γε τοὺς υἱοὺς ἐκείνων δεσμίους ἦγεν.

Εἰ δὲ μὴ οὕτω ταῦτ’ εἶχεν, ἀλλ’ ἦν παντάπασιν ἄχρηστος, οὐκ ἄν ἤκε τὴν ἀρχὴν οὐκ ἐῶντος τοῦ Διομήδους · εἰ δὲ καὶ τοῦτο παρώφθη, ταῖς γε ἐκκλησίαις οὐκ ἄν ἐνοχλεῖν ἐπέτρεπεν οὐδὲ τὰ μὴ προσήκοντα αὐτὸν ἐγκωμιάζειν εἰδὼς ὅτι καὶ αὐτὸς ἄν μετεῖχε τῆς αἰσχύνης.

Φέρε δὴ, τί τούτοις ἧν τοῖς λόγοις χείρων τοῦ Νέστορος ; μᾶλλον δέ, πῶς οὐ βελτίων ; ὁ μὲν γὰρ ἀμφοτέρους θεραπεύει, τὸν τε ἠπειληκότα καὶ τὸν ὑβρισμένον, καὶ οἶδε μὲν ἅπαντα καλῶς, εἰπεῖν δὲ ἅ φρονεῖ καθαρῶς οὐ τολμᾷ.

Θερσίτης δὲ οὐδὲν προκαλυψάμενος πρὸ τῆς τύχης τὴν ἀρετὴν ἅγει. Καὶ ταῦτα ἔλεγεν οὐ ζηλοτυπῶν αὐτον τῆς Βρισηΐδος, ἀλλ’ ὁρῶν ἅ συμβήσεται μὴ συμπολεμοῦντος Ἀχιλλέως, ἅ καὶ αὐτὸς Ὅμηρος διηγεῖται φαίνετ’ οὗν ἡ παρρησία παρὰ τῷ Θερσίτῃ μείζων ἤ παρὰ τῷ Νέστορι τῷ γενεᾶς βασιλεύοντι τρίτης.

Οὔκουν ἐμίσει μάλιστα τὸν Ἀχιλλέα, ἀλλ’ ἐκεῖνον μέν, ὡς εἰκὸς, ὀγκούμενον κατεμέμφετο, τοῖς δ’ ἄλλοις, ὁπότε καιρὸς ἦν, ὑπὲρ ἐκείνου προσέκρουρν οὐδένα ὑπ’ οὐδενὸς τό γε αὑτοῦ μέρος ἐῶν ἀδικεῖσθαι.

Καὶ ὅτι γε ηὐδοκίμει λέγων, ἐμαρτύρησαν οἱ Ἕλληνες οὔτεκβαλεῖν μεταξὺ λέγοντα δεῖν εἰπόντες οὔτε δίκην ἀπαιτῆσαι τῶν εἰρημένων ὡς ἄν, οἶμαι, μετ’ ἀληθεὶας εἰρημένων. Ἀλλὰ τις ἦν ὁ παροινῶν, ὁ ῥήτωρ εἶναι βουλόμενος, ὁ δακνόμενος τῷ ῥεύματι τῶν τοῦ Θερσίτου λόγων καὶ ῥήματι διαβάλλων τὴν τέχνην.

Ἀμφοτέρους τοίνυν ἔλαβε μάρτυρας ἀνὴρ ἐκεῖνος τοῦ δικαίως κεχρῆσθαι τοῖς λόγοις, τὸν τε πλήξαντα ἐκεῖνον καὶ τὸν Ἀγαμέμνονα, τὸν μὲν τῷ σιγῆσαι, τὸν δὲ αὐτῷ τῷ πλῆξαι. Τοῦ γὰρ μηδὲν αὐτον ἔχειν ἐλέγχειν ὁμολογία τοῦτό γ ἦν, οὐ δὴ τοῦ πεπονθότος τοῦτο ψόγος, ἀλλὰ τοῦ δράσαντος.

Καὶ μέμεφοιτ’ ἄν τις εἰκότως ὑπὲρ τοῦ σώματος τὴν τύχην, ὑπὲρ δὲ τῆς ἀσελγείας τὸν παραβάντα τοὺς τῆς Ὕβρεως νόμους. Θερσίτης δὲ καὶ ταύτῃ θαυμάζοιτ’ ἄν, ὅτι πάσχων κακῶς ἠπίστατο φέρειν καὶ οὐκ ηὐτομόλησε παρὰ τοὺς πολεμίους, οὕς καὶ ἐπῆρεν ἂν καὶ θρασεῖς ἐποίησε πάντα ἐξαγγείλας τὰ τῶν Ἑλλήνων ἀπόρρητα.

5 σχόλια :

  1. Αγαπητέ πρκλ, (υποθέτω ότι είναι η κλητική του πρκλς), μπορεί να λαϊκίζουμε στην ίδια γειτονιά, αλλά από αρχαία δεν καταλαβαίνω τζίζας.... Εμπιστεύομαι την περί Θερσίτου υμετέρα γνώμην και σε πληροφορώ ότι στις 2 και 45 το μεσημέρι έδιναν 1 σακούλα μανταρίνια με 1 ευρώ. Πήρα μία.

    ΑπάντησηΔιαγραφή
  2. Κύριε Σχολιαστά, πολύ χαίρομαι που μας χαρακτηρίζει ο ίδιος λαϊκισμός!
    Και, στο σημείο αυτό, να πούμε ότι ο γνωστός και μη εξαιρετέος δημοσιογράφος Νίκος Τσιαμτσίκας τα παραλέει: Πράγματι, εκεί κατά τις δύο-τρεις, όλα 1 ευρώ έκαναν, πράγμα που είχε ως συνέπεια το καφενείον "Η Μουριά" να είναι γεμάτο γελαστά πρόσωπα κατάφορτων ανθρώπων, που χαιρόντουσαν βλέποντας το καλάθι της νοικοκυράς (και του νοικοκύρη) να είναι γεμάτο !!!

    ΑπάντησηΔιαγραφή
  3. Άρα, αυτοι που απεκάλεσαν "Θερσίτη" τον (μακαρίτη) Κουτσόγιωργα, δεν χαμπαρίζαν ντιπ απο αρχαίους ημων!

    ΑπάντησηΔιαγραφή
  4. *Εεεεεεπ??? Δεν την γνωρίζω/θυμάμαι την περίπτωση, Εργολάβε! Πότε τον είπαν έτσι τον μακαρίτη, και γιατί?
    Απορώ δηλαδή, γιατί συνήθως "Θερσίτη" αποκαλούν εκείνον που διαφωνεί με τον Μεγάλο... Και ο Μένιος δεν φημιζόταν για τις διαφωνίες του -μάλλον το αντίθετο!
    Βέβαια η συμφωνία του με τον Μεγάλο, δεν ήταν και στο αξέχαστο επίπεδο Τσοχατζόπουλου ("Τι ώρα είναι Άκη? -Ό,τι ώρα πεις εσύ Πρόεδρε!")
    :-)

    ΑπάντησηΔιαγραφή
  5. Μάλλον τον έβγαλαν έτσι λόγω της θρασυδειλίας του (δειλίας προς τον Μεγάλο και θράσος προς τους παρακάτω του "κινήματος"), και μάλλον τον έβγαλε η "Εστία".

    Είχα κάποτε πρόσβαση σε φιλικο σπίτι συνταξιούχου, που διάβαζε και συσσώρευε "Εστίες", αλλα λόγω θανάτου (του συνταξιούχου), φευ, διεκόπη η σχέση!

    Μάλλον εκει το διάβασα! Και σίγουρα εκει διάβασα την εξης επιστολη:

    "Κύριε Διευθυντα!
    Ο ευσταλης επι των Εξωτερικων Υπουργος μας (για τον Χαραλαμπόπουλο έλεγε), ο και "κλεισόστομος" αποκαλούμενος απο σκηνης αθηναϊκου θεάτρου, εγεννήθη εις το χωρίον Ψάρι Μεσσηνίας!"

    :-)

    ΑπάντησηΔιαγραφή

Mi-la-re,
mi-la-re-si